ΕΥΧΗ ΕΙΣ ΠΕΡΙΠΕΣΟΝΤΑ ΕΝ ΜΕΛΑΓΧΟΛΙᾼ

Τοῦ Σεβ. Μητροπολίτου Μάνης κ. Χρυσοστόμου Γ’

 

Δέσποτα Κύριε Ἰησοῦ Χριστέ, ὁ Σωτὴρ ἡμῶν, Μακρόθυμε, Πολυεύσπλαχνε καὶ Παντοδύναμε, τὸ τῆς φιλανθρωπίας ἀνεξιχνίαστον πέλαγος, ἡ ἀνεξάντλητος τῆς ἀγαθότητος πηγή, ἡ κραταιὰ ἀντίληψις καὶ βοήθεια τῶν ἀπηλπισμένων,

Κατάπεμψον τοὺς πλουσίους Σου οἰκτιρμοὺς ἐπὶ τὸν δοῦλόν Σου τοῦτον (...), τὸν περιπεσόντα ἐν μελαγχολίᾳ καὶ ῥῦσαι αὐτὸν ἀπὸ πάσης θλίψεως καὶ καταθλίψεως, ἄγχους καὶ ἀγωνίας, ἀπογοητεύσεως, πικρίας καὶ στενοχωρίας.

Χορήγησον τὴν ἴασιν ἐκ τῆς συνεχούσης αὐτὸν ἀσθενείας καὶ ἀδυναμίας, ζάλης καὶ ταραχῆς. Δώρησαι αὐτῷ τὴν ἐκ πάντων τῶν ἀνιαρῶν καὶ ραθύμων καταστάσεων ἀπαλλαγήν.

Ναί, εὐδιάλλακτε καὶ πολυέλεε Κύριε, ἐμφύτευσον ἐν τῇ καρδίᾳ αὐτοῦ χαρὰν καὶ εὐφροσύνην, πραότητα καὶ γαλήνην.

Ἄγγελον ἐξ ἁγίου οὐρανίου κατοικητηρίου Σου ἀπόστειλον αὐτῷ, φύλακα ἄγρυπνον, ἐνισχύοντα αὐτὸν καὶ προστατεύοντα ἀπό παντὸς κακοῦ καὶ ἐπηρείας τοῦ πονηροῦ.

Ἀνάτειλον φῶς ἱλαρὸν ἐν τῷ προσώπῳ αὐτοῦ, φῶς ἀναψυχῆς, ἀγαλλιάσεως καὶ εἰρήνης,

Χάριτι τοῦ ἀνάρχου Σου Πατρός καὶ τοῦ ζωοποιοῦ Σου Πνεύματος,   εὐχαῖς καὶ πρεσβείαις τῆς παναχράντου Σου Μητρὸς καὶ πάντων τῶν Ἁγίων. ΑΜΗΝ.


Εκτύπωση   Email