Slide background

37

Πολυεύσπλαγχνε καὶ Φιλάνθρωπε Κύριε ἡμῶν Ἰησοῦ Χριστέ, Σύ, ὁ ἀνελθὼν ἐν τῷ Σταυρῷ διὰ τὴν ἡμῶν σωτηρίαν, Σύ, ὁ λαβὼν ἐν τῇ ἀπείρῳ ἀγάπῃ Σου τὰς ἀσθενείας ἡμῶν, ὁ καὶ τὰς νόσους βαστάζων, Σύ, ὁ θεραπεύσας πάντας τοὺς Σοὶ προστρέξαντας ἀσθενοῦντας, Αὐτός Κύριε, ὁ Θεὸς ἡμῶν, ὁρᾷς νῦν ὅτι ἐν κλίνῃ ἀσθενείας κατάκειμαι καὶ πόνος οὐκ ἐᾷ με, μηδὲ ἐπέρχεται ὕπνος τοῖς βλεφάροις μου, ἀλλὰ δάκρυα βρέχει τὰς παρειὰς μου, ἅμα τε ἀνησυχία καὶ φόβος καὶ ταραχὴ διακατέχει τὴν ψυχὴν μου.

Διὸ Σε ἱκετεύω, Πανάγαθε Κύριε, ἐλάφρυνον τὸν πόνον τῆς ἀσθενείας μου, χάρισαί μοι τὴν γλυκεῖαν ἐλπίδα τῆς ἰάσεως, ἀποδιώκων πᾶσαν ἀρρωστίαν καὶ νόσον, καὶ δὸς μοι τὸ πολύτιμον ἀγαθὸν τῆς ὑγείας καὶ καιρὸν μετανοίας. Ἐνίσχυσόν με δὲ μὲ τὴν τοῦ Ἰὼβ ὑπομονὴν καὶ τὴν τῆς Χαναναίας πίστιν, καὶ πρόσδεξαι τὴν ταπεινὴν μου ταύτην δέησιν καὶ ἱκεσίαν, διὰ πρεσβειῶν τῆς Παναχράντου Σου Μητρὸς καὶ πάντων Σου τῶν Ἁγίων. Ἀμήν.

© Copyright 2023 Ιερά Μητρόπολις Μάνης Back To Top